Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.202 Joseph. AJ 16.207 (English) >>Joseph. AJ 16.212

16.205ταῦτʼ εὐθὺς ἀπηγγέλλετο διὰ τῆς Σαλώμης τῷ βασιλεῖ· κἀκεῖνος ἤκουεν μὲν ἀλγεινῶς, ἐπειρᾶτο δὲ διορθοῦν, ἐκακοῦτο δὲ ταῖς ὑποψίαις καὶ χείρων ἀεὶ γινόμενος ἅπασιν κατὰ πάντων ἐπίστευεν. οὐ μὴν ἀλλὰ τότε μὲν ἐπιπλήξας τοῖς παισὶν ἀπολογησαμένων ῥᾴων εἰς τὸν καιρὸν ἐγίνετο, ταῖς δʼ ἑξῆς πολὺ χείρω προσέπεσεν. 16.206

γὰρ Φερώρας ἐλθὼν παρὰ τὸν Ἀλέξανδρον ἔχοντα τὴν Ἀρχελάου θυγατέρα Γλαφύραν, ὡς ἐδηλώσαμεν, Σαλώμης ἔφη λεγούσης ἀκηκοέναι τὸν Ἡρώδην ἡττῆσθαι τοῦ τῆς Γλαφύρας ἔρωτος καὶ δυσπαρηγόρητον αὐτῷ τὴν ἐπιθυμίαν εἶναι. 16.207τοῦτο οὖν ἐκεῖνος ἀκούσας ὑπό τε νεότητος καὶ ζηλοτυπίας ἐξεκαίετο καὶ τὰ κατὰ τιμὴν εἰς τὴν παῖδα γινόμενα παρʼ Ἡρώδου, πολλάκις δʼ ἦσαν αἱ τοιαῦται φιλοφρονήσεις, ἐπὶ τὸ χεῖρον ἐλάμβανεν ἐξ ὑπονοιῶν διὰ τὸν ἐκπεσόντα λόγον. 16.208οὐκ ἐκαρτέρησέν τε τὴν ὀδύνην τοῦ πράγματος, ἀλλὰ ἐλθὼν πρὸς τὸν πατέρα καταμηνύει τὰ ὑπὸ τοῦ Φερώρα ῥηθέντα μετὰ δακρύων. Ἡρώδης δὲ πολὺ μᾶλλον ἐκπαθὴς γενόμενος καὶ τὸ σὺν αἰσχύνῃ τῆς διαβολῆς ἐψευσμένον οὐ φέρων ἐτετάρακτο. 16.209καὶ πολλάκις μὲν ὠδύρετο τὴν πονηρίαν τῶν οἰκείων οἷος εἰς αὐτοὺς γενόμενος οἵων τυγχάνοι, μεταπέμπεται δὲ τὸν Φερώραν καὶ προσονειδίσαςκάκιστε πάντων, εἶπεν, εἰς τοῦτο τῆς ἀμέτρου καὶ περιττῆς ἦλθες ἀχαριστίας, ὡς τοιαῦτα μὲν περὶ ἡμῶν νοῆσαι, τοιαῦτα δὲ λαλεῖν;



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.202 Joseph. AJ 16.207 (English) >>Joseph. AJ 16.212

Powered by PhiloLogic